1.

[8.114] ὡσαύτως δὲ καὶ τὸ ἀρχόμενον ἀπὸ ψεύδους, ἐπ' ἀληθὲς δὲ λῆγον ἐστὶν ἀληθές, ὡς τὸ ῾῾εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ᾽᾽. μόνως δὲ γίνεται ψεῦδος, ὅταν ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγῃ ἐπὶ ψεῦδος, ὁποῖόν ἐστι τὸ ῾῾εἰ ἡμέρα ἔστι, νὺξ ἔστιν᾽᾽˙ ἡμέρας γὰρ οὔσης τὸ μὲν ῾῾ἡμέρα ἔστιν᾽᾽ ἀληθές ἐστιν, ὅπερ ἦν ἡγούμενον, τὸ δὲ ῾῾νὺξ ἔστι᾽᾽ ψεῦδός ἐστιν, ὅπερ ἦν λῆγον.