HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,116
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,116.rdf
1.
[8.116] πρὶν γὰρ ἄρξωμαι διαλέγεσθαι, ἀπ' ἀληθοῦς μὲν ἤρχετο τοῦ ῾῾ἡμέρα ἔστιν᾽᾽, ἐπὶ ψεῦδος
δὲ ἔληγε τὸ ῾῾ἐγὼ διαλέγομαι᾽᾽. πάλιν τὸ οὕτως ἔχον ῾῾εἰ νὺξ ἔστιν, ἐγὼ διαλέγομαι᾽᾽, ἡμέρας
οὔσης καὶ σιωπῶντος ἐμοῦ κατὰ μὲν Φίλωνα ὡσαύτως ἀληθές, ἀπὸ γὰρ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγει, κατὰ δὲ τὸν Διόδωρον ψεῦδος˙ ἐνδέχεται γὰρ αὐτὸ ἀρξάμενον ἀπ' ἀληθοῦς
λῆξαι εἰς ψεῦδος νυκτὸς ἐπελθούσης, καὶ πάλιν ἐμοῦ μὴ διαλεγομένου ἀλλ' ἡσυχάζοντος.