1.

[8.116] πρὶν γὰρ ἄρξωμαι διαλέγεσθαι, ἀπ' ἀληθοῦς μὲν ἤρχετο τοῦ ῾῾ἡμέρα ἔστιν᾽᾽, ἐπὶ ψεῦδος δὲ ἔληγε τὸ ῾῾ἐγὼ διαλέγομαι᾽᾽. πάλιν τὸ οὕτως ἔχον ῾῾εἰ νὺξ ἔστιν, ἐγὼ διαλέγομαι᾽᾽, ἡμέρας οὔσης καὶ σιωπῶντος ἐμοῦ κατὰ μὲν Φίλωνα ὡσαύτως ἀληθές, ἀπὸ γὰρ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγει, κατὰ δὲ τὸν Διόδωρον ψεῦδος˙ ἐνδέχεται γὰρ αὐτὸ ἀρξάμενον ἀπ' ἀληθοῦς λῆξαι εἰς ψεῦδος νυκτὸς ἐπελθούσης, καὶ πάλιν ἐμοῦ μὴ διαλεγομένου ἀλλ' ἡσυχάζοντος.