1.

[8.117] ἀλλὰ δὴ καὶ τὸ ῾῾εἰ νὺξ ἔστιν, ἡμέρα ἔστιν᾽᾽ ἡμέρας οὔσης κατὰ μὲν Φίλωνα διὰ τοῦτ' ἀληθές, ὅτι ἀπὸ ψεύδους ἀρχόμενον τοῦ ῾῾νὺξ ἔστιν᾽᾽ εἰς ἀληθὲς λήγει τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽, κατὰ δὲ Διόδωρον διὰ τοῦτο ψεῦδος, ὅτι ἐνδέχεται νυκτὸς ἐπισχούσης, ἀπ' ἀληθοῦς ἀρχόμενον αὐτὸ τοῦ ῾῾νὺξ ἔστιν᾽᾽, ἐπὶ ψεῦδος λήγειν τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽.