1.

[8.118] Τοιαύτης οὖν οὔσης ὡς ἐν παραδείγματος μέρει τῆς ἐν τοῖς κριτηρίοις τοῦ συνημμένου ἀξιώματος ὑπεναντιώσεως, μήποτε ἄπορος γίνεται ἡ τοῦ ὑγιοῦς συνημμένου διάγνωσις˙ ἵνα γὰρ μάθωμεν τοῦτο, πρὸ παντὸς δεῖ ἐπικριθῆναι τὴν περὶ τῆς ὑγιότητος αὐτοῦ τῶν διαλεκτικῶν διάστασιν. ἐφ' ὅσον δὲ ἀνεπίκριτός ἐστι, μένειν ἀνάγκη καὶ αὐτὸ ἐν ἐποχῇ.