HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,119
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,119.rdf
1.
[8.119] καὶ εἰκότως. ἤτοι γὰρ πᾶσι τοῖς κριτηρίοις τῶν διαλεκτικῶν προσέξομεν ἤ τινι τούτων.
ἀλλὰ πᾶσι μὲν οὐχ οἷόν τέ ἐστι προσέχειν˙ μάχεται γάρ, ὡς ἐπὶ τῶν προειρημένων δυεῖν ὑπέδειξα
(Cfr. §§ 113-117), τὰ δὲ μαχόμενα οὐ δύναται ἐπ' ἴσης
εἶναι πιστά. εἰ δέ τινι τούτων, ἤτοι αὐτόθεν καὶ ἀκρίτως προσέξομέν τινι, ἢ μετὰ λόγου τοῦ
δεικνύντος ὅτι ὑγιές ἐστι τὸ τοιοῦτον κριτήριον.