1.

[8.119] καὶ εἰκότως. ἤτοι γὰρ πᾶσι τοῖς κριτηρίοις τῶν διαλεκτικῶν προσέξομεν ἤ τινι τούτων. ἀλλὰ πᾶσι μὲν οὐχ οἷόν τέ ἐστι προσέχειν˙ μάχεται γάρ, ὡς ἐπὶ τῶν προειρημένων δυεῖν ὑπέδειξα (Cfr. §§ 113-117), τὰ δὲ μαχόμενα οὐ δύναται ἐπ' ἴσης εἶναι πιστά. εἰ δέ τινι τούτων, ἤτοι αὐτόθεν καὶ ἀκρίτως προσέξομέν τινι, ἢ μετὰ λόγου τοῦ δεικνύντος ὅτι ὑγιές ἐστι τὸ τοιοῦτον κριτήριον.