HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,120
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,120.rdf
1.
[8.120] καὶ εἰ μὲν ἀκρίτως καὶ αὐτόθεν συγκαταθησόμεθά τινι κριτηρίῳ, τί μᾶλλον τῷδε ἢ τῷδε
συγκαταθησόμεθα; ὅπερ ἴσον ἦν τῷ μηδενὶ συγκατατίθεσθαι διὰ τὴν μάχην. εἰ δὲ μετὰ λόγου τοῦ
δεικνύντος ὅτι ὑγιές ἐστι τὸ παραλαμβανόμενον ὑφ' ἡμῶν τοῦ συνημμένου κριτήριον, ἤτοι οὗτος ὁ
λόγος ἀσύνακτός τ' ἐστὶ καὶ ἀπέραντος ἢ συνακτικὸς καὶ περαίνων.