1.

[8.120] καὶ εἰ μὲν ἀκρίτως καὶ αὐτόθεν συγκαταθησόμεθά τινι κριτηρίῳ, τί μᾶλλον τῷδε ἢ τῷδε συγκαταθησόμεθα; ὅπερ ἴσον ἦν τῷ μηδενὶ συγκατατίθεσθαι διὰ τὴν μάχην. εἰ δὲ μετὰ λόγου τοῦ δεικνύντος ὅτι ὑγιές ἐστι τὸ παραλαμβανόμενον ὑφ' ἡμῶν τοῦ συνημμένου κριτήριον, ἤτοι οὗτος ὁ λόγος ἀσύνακτός τ' ἐστὶ καὶ ἀπέραντος ἢ συνακτικὸς καὶ περαίνων.