1.

[8.121] ἀλλ' ἀσύνακτος μὲν καθεστὼς καὶ ἀπέραντος ἄπιστός ἐστι καὶ μοχθηρὸς ἐν τῷ προκρίνειν τι τοῦ συνημμένου κριτήριον. εἰ δὲ συνακτικὸς ὑπάρχει, πάντως διὰ τοῦτο συνακτικὸς τυγχάνει ὅτι ἀκολουθεῖ αὐτοῦ τοῖς λήμμασιν ἡ ἐπιφορά, ὥστε δι' ἀκολουθίας τινὸς αὐτὸν δοκιμάζεσθαι.