HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,122
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,122.rdf
1.
[8.122] τὴν δὲ ἀκολουθίαν ἐξ ἀρχῆς ζητουμένην ἐπὶ τοῦ συνημμένου λόγῳ ἔδει δοκιμάζεσθαι.
τοίνυν ἴσον ἦν τὸ τοιοῦτον τῷ εἰς τὸν δι' ἀλλήλων τρόπον ἐμπίπτειν˙ ἵνα γὰρ τὸ συνημμένον ἐξ
ἀκολουθίας ὀφεῖλον δοκιμάζεσθαι μάθωμεν, ἐπὶ λόγον τινὰ δεῖ δραμεῖν, καὶ ἵνα οὗτος ὁ λόγος
ὑγιὴς ᾖ, τὴν ἀκολουθίαν δεῖ προπεπιστῶσθαι, ἀφ' ἧς ὅτι ἔστιν ὑγιὴς κρίνεται.