1.

[8.122] τὴν δὲ ἀκολουθίαν ἐξ ἀρχῆς ζητουμένην ἐπὶ τοῦ συνημμένου λόγῳ ἔδει δοκιμάζεσθαι. τοίνυν ἴσον ἦν τὸ τοιοῦτον τῷ εἰς τὸν δι' ἀλλήλων τρόπον ἐμπίπτειν˙ ἵνα γὰρ τὸ συνημμένον ἐξ ἀκολουθίας ὀφεῖλον δοκιμάζεσθαι μάθωμεν, ἐπὶ λόγον τινὰ δεῖ δραμεῖν, καὶ ἵνα οὗτος ὁ λόγος ὑγιὴς ᾖ, τὴν ἀκολουθίαν δεῖ προπεπιστῶσθαι, ἀφ' ἧς ὅτι ἔστιν ὑγιὴς κρίνεται.