[6] Ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυροτέραν εἶναι. τοιαῦτ' ἔφη δεῖν ἐφόδια ποιεῖσθαι ἃ καὶ ναυαγήσαντι συγκολυμβήσει. ὀνειδιζόμενός ποτ' ἐπὶ τῷ πονηροῖς συγγενέσθαι, "καὶ οἱ ἰατροί," φησί, "μετὰ τῶν νοσούντων εἰσίν, ἀλλ' οὐ πυρέττουσιν." ἄτοπον ἔφη τοῦ μὲν σίτου τὰς αἴρας ἐκλέγειν καὶ ἐν τῷ πολέμῳ τοὺς ἀχρείους, ἐν δὲ πολιτείᾳ τοὺς πονηροὺς μὴ παραιτεῖσθαι. ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, "τὸ δύνασθαι ἑαυτῷ ὁμιλεῖν." εἰπόντος αὐτῷ τινος παρὰ πότον, "ᾆσον," "σύ μοι," φησίν, "αὔλησον." Διογένει χιτῶνα αἰτοῦντι πτύξαι προσέταξε θοἰμάτιον. [6] Ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυροτέραν εἶναι. τοιαῦτ' ἔφη δεῖν ποιεῖσθαι ἐφόδια ἃ καὶ ναυαγήσαντι συγκολυμβήσει. ὀνειδιζόμενός ποτ' ἐπὶ τῷ πονηροῖς συγγενέσθαι, "καὶ οἱ ἰατροί," φησί, "μετὰ τῶν νοσούντων εἰσίν, ἀλλ' οὐ πυρέττουσιν." ἄτοπον ἔφη τοῦ μὲν σίτου τὰς αἴρας ἐκλέγειν καὶ ἐν τῷ πολέμῳ τοὺς ἀχρείους, ἐν δὲ πολιτείᾳ τοὺς πονηροὺς μὴ παραιτεῖσθαι. ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, "τὸ δύνασθαι ἑαυτῷ ὁμιλεῖν." εἰπόντος αὐτῷ τινος παρὰ πότον, "ᾆσον," "σύ μοι," φησίν, "αὔλησον." Διογένει χιτῶνα αἰτοῦντι πτύξαι προσέταξε θοἰμάτιον. [6] Ὁμονοούντων ἀδελφῶν συμβίωσιν παντὸς ἔφη τείχους ἰσχυροτέραν εἶναι. Τοιαῦτ' ἔφη δεῖν ἐφόδια ποιεῖσθαι, [37810] ἃ καὶ ναυαγήσαντι συγκολυμβήσει. Ὀνειδιζόμενός ποτ' ἐπὶ τῷ πονηροῖς συγγενέσθαι, "Καὶ οἱ ἰατροί," φησί, "μετὰ τῶν νοσούντων εἰσίν, ἀλλ' οὐ πυρέττουσιν." Ἄτοπον ἔφη τοῦ μὲν σίτου τὰς αἴρας ἐκλέγειν καὶ ἐν τῷ πολέμῳ τοὺς ἀχρείους, ἐν δὲ πολιτείᾳ τοὺς πονηροὺς μὴ [37815] παραιτεῖσθαι. Ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη˙ "Τὸ δύνασθαι ἑαυτῷ ὁμιλεῖν." Εἰπόντος αὐτῷ τινος παρὰ πότον, " Ἆισον," "Σύ 〈δέ〉 μοι," φησίν, "αὔλησον." Διογένει χιτῶνα αἰτοῦντι πτύξαι προσέταξε [3791] θοἰμάτιον.