[52] καὶ τί γὰρ ἄλλο μετεσκεύασεν αὐτὸν πρὸς ἀπάθειαν; ἔπειτα ἐπὶ τὰ Θεοδώρεια μετῆλθε διακούσας Θεοδώρου τοῦ ἀθέου κατὰ πᾶν εἶδος λόγου σοφιστεύοντος˙ μεθ' ὃν Θεοφράστου διήκουσε τοῦ περιπατητικοῦ. ἦν δὲ καὶ θεατρικὸς καὶ πολὺς ἐν τῷ γελοίῳ διαφορῆσαι, φορτικοῖς ὀνόμασι κατὰ τῶν πραγμάτων χρώμενος. διὰ δὴ οὖν τὸ παντὶ εἴδει κεκρᾶσθαι λόγου φασὶ λέγειν ἐπ' αὐτοῦ τὸν Ἐρατοσθένην (cf. FGrH 241 T 10; deficit F), ὡς πρῶτος Βίων φιλοσοφίαν ἀνθινὰ ἐνέδυσεν. εὐφυὴς γὰρ ἦν καὶ παρῳδῆσαι˙ οἷά ἐστιν αὐτοῦ καὶ ταῦτα (Wachsmuth I)˙

ὦ πέπον Ἀρχύτα, ψαλληγενές, ὀλβιότυφε,
τῆς ὑπάτης ἔριδος πάντων ἐμπειρότατ' ἀνδρῶν.

[52] καὶ τί γὰρ ἄλλο μετεσκεύασεν αὐτὸν πρὸς ἀπάθειαν; ἔπειτα ἐπὶ τὰ Θεοδώρεια μετῆλθε διακούσας Θεοδώρου τοῦ ἀθέου κατὰ πᾶν εἶδος λόγου σοφιστεύοντος˙ μεθ' ὃν Θεοφράστου διήκουσε τοῦ περιπατητικοῦ. ἦν δὲ καὶ θεατρικὸς καὶ πολὺς ἐν τῷ γελοίως διαφορῆσαι, φορτικοῖς ὀνόμασι κατὰ τῶν πραγμάτων χρώμενος. διὰ δὴ οὖν τὸ παντὶ εἴδει λόγου κεκρᾶσθαι φασὶ λέγειν ἐπ' αὐτοῦ τὸν Ἐρατοσθένην, ὡς πρῶτος Βίων φιλοσοφίαν ἀνθινὰ ἐνέδυσεν. εὐφυὴς γὰρ ἦν καὶ παρῳδῆσαι˙ οἷά ἐστιν αὐτοῦ καὶ ταῦτα˙

ὦ πέπον Ἀρχύτα, ψαλληγενές, ὀλβιότυφε,
τῆς ὑπάτης ἔριδος πάντων ἐμπειρότατ' ἀνδρῶν.

[52] Καὶ τί γὰρ ἄλλο μετεσκεύασεν αὐτὸν πρὸς ἀπάθειαν; Ἔπειτα ἐπὶ τὰ Θεοδώρεια μετῆλθε διακούσας Θεοδώρου τοῦ Ἀθέου κατὰ πᾶν εἶδος λόγου σοφιστεύοντος˙ μεθ' ὃν Θεοφράστου διήκουσε τοῦ Περιπατητικοῦ.
[29410] Ἦν δὲ καὶ θεατρικὸς καὶ πολὺς ἐν τῷ γελοίως διαφορῆσαι, φορτικοῖς ὀνόμασι κατὰ τῶν πραγμάτων χρώμενος. Διὰ δὴ οὖν τὸ παντὶ εἴδει κεκρᾶσθαι λόγου φασὶ λέγειν ἐπ' αὐτοῦ τὸν Ἐρατοσθένην, ὡς πρῶτος Βίων φιλοσοφίαν ἀνθινὰ ἐνέδυσεν. Εὐφυὴς γὰρ ἦν καὶ παρῳδῆσαι˙ [29415] οἷά ἐστιν αὐτοῦ καὶ ταῦτα˙

Ὦ πέπον Ἀρχύτα, ψαλληγενές, ὀλβιότυφε,
τῆς ὑπάτης ἔριδος πάντων ἐμπειρότατ' ἀνδρῶν.