1.

[8.123] μὴ ἔχοντες οὖν τὸ ὑγιὲς συνημμένον ὅσον ἐπὶ τῇ τοιαύτῃ ἀπορίᾳ, οὐδὲ συνακτικὸν ἕξομεν λόγον. τοῦτον δὲ μὴ ἔχοντες οὐδὲ ἀπόδειξιν ἕξομεν˙ λόγος γάρ ἐστι συνακτικὸς ἡ ἀπόδειξις. ἀποδείξεως δὲ μὴ ὑπαρχούσης ἀναιρεῖται ἡ δογματικὴ φιλοσοφία.