1.

[8.124] Ἐνέσται δὲ ἀπὸ τούτων καὶ ἐπὶ τὰ συμπεπλεγμένα καὶ ἐπὶ τὰ διεζευγμένα κοινῶς τε ἐπὶ τὰ λοιπὰ εἴδη τῶν οὐχ ἁπλῶν ἀξιωμάτων διαβαίνειν. (Cfr.
SVF fr. II 211 Arn. (ed).
) τὸ γὰρ συμπεπλεγμένον 〈ἤτοι〉 ἐξ ἁπλῶν ὀφείλει ἢ ἐξ οὐχ ἁπλῶν ἢ ἐκ μικτῶν συνεστάναι, πάντα δὲ ταῦτα ἠπόρηται τῶν ἁπλῶν προηπορημένων.