1.

[8.125] οὐ μὴν ἀλλὰ καὶ ὅταν λέγωσιν ὑγιὲς εἶναι συμπεπλεγμένον τὸ πάντ' ἔχον ἐν αὑτῷ ἀληθῆ, οἷον τὸ ῾῾ἡμέρα ἔστι καὶ φῶς ἔστιν᾽᾽, ψεῦδος δὲ τὸ 〈ἓν〉 ἔχον ψεῦδος, πάλιν νομοθετοῦσιν αὐτοὶ αὑτοῖς. ἀκόλουθον γὰρ ἦν, εἰ ἀληθές ἐστι τὸ ἐκ πάντων ἀληθῶν σύνθετον, εὐθὺς [ἀληθὲς] εἶναι καὶ τὸ ἐκ πάντων ψευδῶν συγκείμενον ψεῦδος, τὸ δὲ ἐκ ψευδῶν ἅμα καὶ ἀληθῶν μὴ μᾶλλον ἀληθὲς εἶναι ἢ ψεῦδος.