1.

[8.126] εἰ μὲν γὰρ ἔξεστιν αὐτοῖς ἃ θέλουσι νομοθετεῖν καὶ ὡς προαιροῦνται περὶ τῶν πραγμάτων διατάττεσθαι, ἐπιτρεπτέον μὲν τὸ ἓν ἔχον ψεῦδος συμπεπλεγμένον λέγεσθαι παρ' αὐτοῖς ψεῦδος, ἐξέσται δὲ καὶ ἄλλοις ἀντιδιατάττεσθαι καὶ λέγειν τὸ ἐκ πλειόνων ἀληθῶν, ἑνὸς δὲ ψεύδους συμπεπλεγμένον ἀληθὲς ὑπάρχειν.