HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,127
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,127.rdf
1.
[8.127] εἰ δὲ τῇ φύσει τῶν πραγμάτων προσεκτέον ἐστίν, ἀκόλουθον δήπουθεν τὸ τὶ μὲν ψεῦδος
ἔχον, τὶ δὲ ἀληθὲς συμπεπλεγμένον μὴ μᾶλλον ἀληθὲς ἢ ψεῦδος εἶναι λέγειν˙ ὥσπερ γὰρ τὸ ἐκ
λευκοῦ καὶ μέλανος μεμιγμένον οὐ μᾶλλον λευκόν ἐστιν ἢ μέλαν (τὸ μὲν γὰρ λευκὸν λευκὸν ἦν καὶ
τὸ μέλαν μέλαν ὑπῆρχεν), οὕτω τὸ μὲν ἀληθὲς μόνον ἀληθὲς εἶναι [καὶ] συμβέβηκεν, τὸ δὲ ψεῦδος
μόνον ψεῦδος ὑπάρχει, τὸ δὲ σύνθετον ἐξ ἀμφοτέρων οὐ μᾶλλον (Cfr. § 39) ἀληθὲς ἢ ψεῦδος προσαγορευτέον.