1.

[8.129] ὅπερ ἐστὶν εὔηθες. τῷ μὲν γὰρ βίῳ συγχωρητέον καταχρηστικοῖς ὀνόμασι χρῆσθαι, μὴ πάντως τὸ πρὸς τὴν φύσιν ἀληθὲς ζητοῦντι, ἀλλὰ τὸ πρὸς τὴν δόξαν. φρέαρ γοῦν ὀρύσσειν φαμὲν καὶ χλαμύδα ὑφαίνειν καὶ οἰκίαν οἰκοδομεῖν, οὐ κυρίως˙ εἰ γὰρ φρέαρ ἐστίν, οὐκ ὀρύσσεται ἀλλ' ὀρώρυκται, καὶ εἰ χλαμύς ἐστιν, οὐχ ὑφαίνεται ἀλλ' ὕφανται. ὥστε ἐν μὲν τῷ βίῳ καὶ τῇ κοινῇ συνηθείᾳ τόπον εἶχεν ἡ κατάχρησις˙ ὅταν δὲ τὰ πρὸς τὴν φύσιν ζητῶμεν πράγματα, τότε ἔχεσθαι δεῖ τῆς ἀκριβείας.