HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,130
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,130.rdf
1.
[8.130] Ἀλλ' ὅτι μὲν ἄπορός ἐστιν ὁ λόγος καὶ πολλὴν ἔχων ταραχὴν τοῖς ἐν ἀσωμάτῳ τινὶ λεκτῷ
τὸ ἀληθὲς καὶ ψεῦδος ἀπολείπουσιν, ἐκ τούτων αὐτάρκως ὑποδέδεικται˙ ὅτι δὲ καὶ τοῖς ἐν τῇ φωνῇ
ταῦθ' ὑποστησαμένοις οὐκ ἔστιν εὔπορος, ῥᾴδιον μαθεῖν.