1.

[8.130] Ἀλλ' ὅτι μὲν ἄπορός ἐστιν ὁ λόγος καὶ πολλὴν ἔχων ταραχὴν τοῖς ἐν ἀσωμάτῳ τινὶ λεκτῷ τὸ ἀληθὲς καὶ ψεῦδος ἀπολείπουσιν, ἐκ τούτων αὐτάρκως ὑποδέδεικται˙ ὅτι δὲ καὶ τοῖς ἐν τῇ φωνῇ ταῦθ' ὑποστησαμένοις οὐκ ἔστιν εὔπορος, ῥᾴδιον μαθεῖν.