1.

[8.132] (§ 132 Cfr. PH II 109) καὶ ἄλλως, εἰ ἐν φωνῇ ἔστι τὸ ἀληθές, ἤτοι ἐν ἐλαχίστῃ ἐστὶ φωνῇ ἢ ἐν μακρᾷ˙ οὔτε δὲ ἐν ἐλαχίστῃ˙ ἀμερὲς γάρ ἐστι τὸ ἐλάχιστον, καὶ τὸ ἀληθὲς οὐκ ἀμερές˙ οὔτε ἐν μακρᾷ˙ ἀνυπόστατος γάρ ἐστιν αὕτη διὰ τό, ὅτε μὲν τὸ πρῶτον αὐτῆς προφέρεται μέρος, μήπω εἶναι τὸ δεύτερον, ὅτε δὲ τὸ δεύτερον, μηκέτι εἶναι τὸ πρῶτον (Cfr. §§77sqq.). οὐ τοίνυν ἐν φωνῇ ἔστι τὸ ἀληθές.