1.

[8.133] πρὸς τούτοις, εἰ ἐν φωνῇ ἔστιν, ἤτοι ἐν σημαινούσῃ ἢ ἐν μὴ σημαινούσῃ. ἀλλ' ἐν μὲν τῇ μὴ σημαινούσῃ τι, οἷον τῇ βλίτυρι καὶ τῇ σκινδαψός, οὐκ ἂν εἴη [τι]˙ πῶς γὰρ τοῦ μὴ σημαινομένου πράγματος οἷόν τέ ἐστιν ὡς ἀληθοῦς ἀντιλαμβάνεσθαι;