1.

[8.134] λείπεται ἄρα λέγειν ἐν τῇ σημαινούσῃ. ὃ δὴ πάλιν ἐστὶν ἀδύνατον˙ οὐδεμία γὰρ φωνὴ ὡς φωνὴ σημαντική ἐστιν, ἐπεὶ ἐχρῆν πάντας τοὺς ἀντιλαμβανομένους φωνῆς Ἕλληνας καὶ βαρβάρους ἀντιλαμβάνεσθαι καὶ τοῦ σημαινομένου ὑπ' αὐτῆς. ὥστε οὐδὲ κατὰ τοῦτο ἐν φωνῇ θετέον τἀληθές.