1.

[8.135] (§§ 135-136 Cfr. PH II 109) τῶν τε φωνῶν αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ σύνθετοι, ἁπλαῖ μὲν οἷον ἡ ῾῾Δίων᾽᾽, σύνθετοι δὲ ὥσπερ ἡ ῾῾Δίων περιπατεῖ᾽᾽. εἰ οὖν ἐν φωνῇ ἔστι τἀληθές, ἤτοι ἐν ἁπλῇ ἔστιν ἢ ἐν συνθέτῳ. ἀλλ' ἐν μὲν ἁπλῇ καὶ ἀσυνθέτῳ οὐκ ἔστιν˙ ἀξίωμα γὰρ εἶναι δεῖ τἀληθές, καὶ οὐδὲν ἀξίωμα ἀσύνθετον.