1.

[8.136] ἐν συνθέτῳ δὲ οὐκ ἂν εἴη διὰ τὸ μηδεμίαν σύνθετον ὑφεστάναι λέξιν, οἷον τὴν ῾῾Δίων ἔστιν᾽᾽˙ ὅτε γὰρ λέγομεν τὴν ῾῾Δίων᾽᾽, οὔπω λέγομεν τὴν ῾῾ἔστιν᾽᾽, καὶ ὅτε ταύτην προφερόμεθα, οὐκέτ' ἐκείνην λέγομεν. ὥστ' οὐδ' ἐν φωνῇ τἀληθές.