HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,137
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,137.rdf
1.
[8.137] Καὶ μὴν οὐδ' ἐν τῷ κινήματι τῆς διανοίας, ὡς ὑπενόησάν τινες (Cfr. § 13). εἰ γὰρ ἐν τῷ κινήματι τῆς διανοίας ἐστὶ τἀληθές, οὐδὲν
ἔσται τῶν ἐκτὸς ἀληθές˙ τὸ γὰρ κίνημα τῆς διανοίας ἐστὶν ἐν ἡμῖν καὶ οὐκ ἐκτός. ἄτοπον δέ γε τὸ
λέγειν μηδὲν εἶναι τῶν ἐκτὸς ἀληθές˙ ἄτοπον ἄρα καὶ τὸ ἐν τῷ κινήματι τῆς διανοίας ἀπολείπειν
τἀληθές.