HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,138
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,138.rdf
1.
[8.138] τῶν τε κινημάτων τῆς διανοίας ἰδίων ὄντων ἑκάστου οὐδὲν ἔσται κοινὸν ἀληθές, μηδενὸς
δὲ ὄντος κοινοῦ τινος ἀληθοῦς πάντ' ἔσται ἀσαφῆ καὶ διάφωνα˙ ὃ γὰρ ἔχει οὗτος ἀληθές (τουτέστι
τὸ κίνημα τῆς διανοίας), τοῦθ' ἕτερος οὐκ ἔχει, καὶ ἀναστρόφως, ὃ ἐκεῖνος ἔχει, τοῦθ' οὗτος οὐκ
εἴληφεν. ἄτοπον δὲ τὸ μηδὲν εἶναι λέγειν συμφώνως ἀληθές˙