1.

[8.138] τῶν τε κινημάτων τῆς διανοίας ἰδίων ὄντων ἑκάστου οὐδὲν ἔσται κοινὸν ἀληθές, μηδενὸς δὲ ὄντος κοινοῦ τινος ἀληθοῦς πάντ' ἔσται ἀσαφῆ καὶ διάφωνα˙ ὃ γὰρ ἔχει οὗτος ἀληθές (τουτέστι τὸ κίνημα τῆς διανοίας), τοῦθ' ἕτερος οὐκ ἔχει, καὶ ἀναστρόφως, ὃ ἐκεῖνος ἔχει, τοῦθ' οὗτος οὐκ εἴληφεν. ἄτοπον δὲ τὸ μηδὲν εἶναι λέγειν συμφώνως ἀληθές˙