1.

[8.139] τοίνυν καὶ τὸ ἀξιοῦν ἐν τῷ κινήματι τῆς διανοίας ὑποκεῖσθαι τἀληθὲς ἄτοπόν ἐστι καὶ οὐχ ὑγιές. ἀκόλουθόν τέ ἐστι 〈τοῖς ἐν〉 τῷ κινήματι τῆς διανοίας ἀπολείπουσι τἀληθὲς πάνθ' ὁμολογεῖν ἀληθῆ εἶναι, οἷον τὸ κίνημα τῆς Ἐπικούρου διανοίας καὶ Ζήνωνος καὶ Δημοκρίτου καὶ τῶν ἄλλων˙ πᾶσι γὰρ αὐτοῖς συμβέβηκεν ἐπ' ἴσης κινήμασιν εἶναι τῆς διανοίας. ἀδύνατον δέ γέ ἐστι τὸ πάντα εἶναι ἀληθῆ, ὡς καὶ τὸ πάντα ψευδῆ˙ τοίνυν οὐδὲ τὸ κίνημα τῆς διανοίας ἀληθές ἐστιν.