1.

[8.140] Ἀλλὰ γὰρ διὰ τοσούτων περί τε κριτηρίου καὶ περὶ ἀληθοῦς ἀπορήσαντες, τὸ μετὰ τοῦτο σκεπτώμεθα καὶ περὶ τῶν συντιθεμένων ἐφόδων ἀπὸ τοῦ κριτηρίου πρὸς κατάληψιν τοῦ μὴ αὐτόθεν ὑποπίπτοντος ἀληθοῦς, τουτέστι τοῦ τε σημείου καὶ τῆς ἀποδείξεως. καὶ τάξει γε πρῶτον περὶ σημείου λέγωμεν˙ μετουσίᾳ γὰρ τούτου ἡ ἀπόδειξις ἐκκαλυπτικὴ γίνεται τοῦ συμπεράσματος.