1.

〈β´〉 εἰ ἔστι τι σημεῖον.
[8.141] Ἐπεὶ τῶν πραγμάτων διττή τις ἔστι κατὰ τὸ ἀνωτάτω διαφορά, καθ' ἣν τὰ μέν ἐστι πρόδηλα (Cfr. PH I 138), τὰ δὲ ἄδηλα (καὶ πρόδηλα μὲν τὰ αὐτόθεν ὑποπίπτοντα ταῖς τε αἰσθήσεσι καὶ τῇ διανοία, ἄδηλα δὲ τὰ μὴ ἐξ αὑτῶν ληπτά), μεθοδικώτερον δὲ εἰς μὲν τὴν τῶν ἐναργῶν ἀπορίαν ὁ περὶ κριτηρίου λόγος ἡμῖν ἀποδέδοται (Cfr. M VII 27-38 et 263 sqq.)