1.

[8.142] (τούτου γὰρ ἀβεβαίου δειχθέντος ἀδύνατον γίνεται καὶ τὸ περὶ τῶν φαινομένων διισχυρίζεσθαι, ὅτι τοιαῦτά ἐστι πρὸς τὴν φύσιν ὁποῖα φαίνεται), λειπομένης δὲ ἔτι τῆς τῶν ἀδήλων διαφορᾶς, καλῶς ἔχειν ἡγούμεθα καὶ πρὸς τὴν ταύτης ἀθέτησιν συντόμῳ τινὶ χρήσασθαι ἐφόδῳ, τῇ τό τε σημεῖον καὶ τὴν ἀπόδειξιν ἀναιρούσῃ˙ τούτων γὰρ πάλιν ἀναιρουμένων ἀβέβαιος γίνεται καὶ ἡ δι' αὐτῶν τοῦ ἀληθοῦς κατάληψις. βραχέα δ' ἴσως οἰκεῖόν ἐστι πρὸ τῶν κατὰ μέρος διελθεῖν περὶ τῆς τοῦ σημείου φύσεως.