1.

[8.144] εἰ δέ τις τρανότερον ἐπιβάλλει αὐτοῦ τῇ φύσει, πάλιν προληπτέον ὅτι, ὡς ἀνώτερον ἐλέγομεν (Cfr. §141), τῶν πραγμάτων πρόδηλα μέν ἐστι τὰ ἐξ αὑτῶν εἰς γνῶσιν ἡμῖν ἐρχόμενα, οἷον ἦν ἐπὶ τοῦ παρόντος τὸ ἡμέραν εἶναι καὶ τὸ ἐμὲ διαλέγεσθαι, ἄδηλα δὲ τὰ μὴ οὕτως ἔχοντα.