1.

〈γ´〉πόσαι τῶν ἀδήλων διαφοραί.

[8.145] (§§ 145-160 Cfr. PH II 97-103) τῶν δὲ ἀδήλων τὰ μέν τινα ἦν καθάπαξ ἄδηλα, τὰ δὲ φύσει ἄδηλα, τὰ δὲ πρὸς καιρὸν ἄδηλα. ὧν πρὸς καιρὸν μὲν ἄδηλα καλεῖται ἅπερ τὴν φύσιν ἔχοντα ἐναργῆ παρά τινας ἔξωθεν περιστάσεις κατὰ καιροὺς ἡμῖν ἀδηλεῖται, οἷον νῦν ἡ τῶν Ἀθηναίων πόλις ἡμῖν (Cfr. PH II 98)˙ φύσει μὲν γάρ ἐστιν ἐναργὴς καὶ πρόδηλος, παρὰ δὲ τὸ μεταξὺ διάστημα ἀδηλεῖται.