1.

[8.149] εὐθέως γὰρ οὔτε τὰ καθάπαξ ἄδηλα ἐπιδέχεταί τι σημεῖον οὔτε τὰ ἐναργῆ, καὶ τὰ μὲν ἐναργῆ, ὅτι ἐξ αὑτῶν προσπίπτει καὶ οὐδενὸς ἑτέρου δεῖται πρὸς μήνυσιν, τὰ δὲ καθάπαξ ἄδηλα, ὅτι κοινῶς πᾶσαν ἐκπεφευγότα κατάληψιν οὐδὲ τὴν διὰ σημείου ἐπιδέχεται.