1.

[8.150] τὰ δὲ φύσει ἄδηλα καὶ τὰ πρὸς καιρὸν χρείαν ἔχει τῆς ἐκ τοῦ σημείου παρατηρήσεως, τὰ μὲν πρὸς καιρὸν ἄδηλα, ὅτι κατά τινας περιστάσεις αἴρεται ἐκ τῆς πρὸς ἡμᾶς ἐναργείας, τὰ δὲ φύσει ἄδηλα, ὅτι διὰ παντός ἐστιν ἀφανῆ.