1.

[8.151] διττῆς οὖν οὔσης διαφορᾶς τῶν σημείου δεομένων πραγμάτων διττὸν ἀνεφάνη καὶ τὸ σημεῖον, τὸ μέν τι ὑπομνηστικόν, ὅπερ μάλιστα ἐπὶ τῶν πρὸς καιρὸν ἀδήλων φαίνεται χρησιμεῦον, τὸ δὲ ἐνδεικτικόν, ὅπερ ἐπὶ τῶν φύσει ἀδήλων ἀξιοῦται παραλαμβάνεσθαι.