1.

[8.152] καὶ δὴ τὸ μὲν ὑπομνηστικὸν συμπαρατηρηθὲν τῷ σημειωτῷ δι' ἐναργείας, ἅμα τῷ ὑποπεσεῖν ἐκείνου ἀδηλουμένου, ἄγει ἡμᾶς εἰς ὑπόμνησιν τοῦ συμπαρατηρηθέντος αὐτῷ, νῦν δὲ ἐναργῶς μὴ προσπίπτοντος, ὡς ἐπὶ τοῦ καπνοῦ καὶ τοῦ πυρός˙ ταῦτα γὰρ πολλάκις ἀλλήλοις συνεζευγμένα παρατηρήσαντες ἅμα τῷ τὸ ἕτερον ἰδεῖν, τουτέστι τὸν καπνόν, ἀνανεούμεθα τὸ λοιπόν, τουτέστι τὸ μὴ βλεπόμενον πῦρ.