1.

[8.153] ὁ 〈δ'〉 αὐτὸς λόγος καὶ ἐπὶ τῆς τῷ ἕλκει ἐπιγινομένης οὐλῆς καὶ ἐπὶ τῆς τοῦ θανάτου προηγουμένης καρδίας τρώσεως˙ οὐλήν τε γὰρ ἰδόντες προηγησάμενον ἕλκος ἀνανεούμεθα, καρδίας τε τρῶσιν θεασάμενοι μέλλοντα θάνατον προγινώσκομεν. ἀλλὰ τὸ μὲν ὑπομνηστικὸν σημεῖον τοιαύτην εἶχε τὴν ἰδιότητα,