1.

[8.154] τὸ δὲ ἐνδεικτικὸν διέφερε τούτου. οὐκέτι γὰρ καὶ αὐτὸ συμπαρατήρησιν τῷ σημειωτῷ ἐπιδέχεται (ἀρχῆθεν γὰρ ἀνυπόπτωτόν ἐστι τὸ φύσει ἄδηλον πρᾶγμα, καὶ διὰ τοῦτο οὐ δύναταί τινι τῶν φαινομένων συμπαρατηρηθῆναι), ἀλλ' ἄντικρυς ἐκ τῆς ἰδίας φύσεως καὶ κατασκευῆς μόνον οὐχὶ φωνὴν ἀφιὲν λέγεται σημαίνειν τὸ οὗ ἐστιν ἐνδεικτικόν.