1.

[8.155] οἷον ἡ ψυχὴ τῶν φύσει ἀδήλων ἐστὶ πραγμάτων. οὐδέποτε γὰρ ὑπὸ τὴν ἡμετέραν πέφυκε πίπτειν ἐνάργειαν. τοιαύτη δὲ οὖσα ἐκ τῶν περὶ τὸ σῶμα κινήσεων ἐνδεικτικῶς μηνύεται˙ λογιζόμεθα γὰρ ὅτι δύναμίς τις ἐνδεδυκυῖα τῷ σώματι τοιαύτας αὐτῷ κινήσεις ἐνδίδωσιν.