1.

[8.156] Ἀλλὰ γὰρ δυεῖν ὄντων σημείων, τοῦ τε ὑπομνηστικοῦ καὶ ἐπὶ τῶν πρὸς καιρὸν ἀδήλων τὰ πολλὰ χρησιμεύειν δοκοῦντος, καὶ τοῦ ἐνδεικτικοῦ, ὅπερ ἐπὶ τῶν φύσει ἀδήλων ἐγκρίνεται, μελλήσομεν πᾶσαν ποιεῖσθαι ζήτησιν καὶ ἀπορίαν οὐ περὶ τοῦ ὑπομνηστικοῦ (τοῦτο γὰρ παρὰ πᾶσι κοινῶς τοῖς ἐκ τοῦ βίου πεπίστευται χρησιμεύειν), ἀλλὰ περὶ τοῦ ἐνδεικτικοῦ˙ τοῦτο γὰρ ὑπὸ τῶν δογματικῶν φιλοσόφων καὶ τῶν λογικῶν ἰατρῶν (Cfr. PH I 236), ὡς δυνάμενον τὴν ἀναγκαιοτάτην αὐτοῖς παρέχειν χρείαν, πέπλασται.