1.

[8.158] νῦν οὖν ἐπεὶ τὸ μὲν ὑπομνηστικὸν σημεῖον τίθεμεν, ᾧ χρῆται ὁ βίος, τὸ δὲ ὑπὸ τῶν δογματικῶν ψευδῶς δοξασθὲν ἀναιροῦμεν, μήποτε πρὸς τῷ μὴ μάχεσθαι τῷ βίῳ ἔτι καὶ συναγορεύομεν αὐτῷ, ἐπείπερ τοὺς κατεξαναστάντας τῆς κοινῆς προλήψεως δογματικοὺς καὶ τὰ φύσει ἄδηλα γινώσκειν λέγοντας σημειωτικῶς ἐκ φυσιολογίας ἐλέγχομεν.