1.

[8.159] Ταῦτα μὲν οὖν ὡς ἐν κεφαλαίοις περὶ τοῦ ὑπὸ τὴν ζήτησιν πίπτοντος σημείου λελέχθω˙ χρὴ δὲ ἐπὶ τοῦ παρόντος διὰ μνήμης ἔχειν τὸ σκεπτικὸν ἔθος (Cfr. PH II 79, 103). τοῦτο δ' ἐστὶ τὸ μὴ μετὰ πείσματος καὶ συγκαταθέσεως ἐκτίθεσθαι τοὺς κατὰ τῆς ὑπάρξεως τοῦ σημείου λόγους (ἴσον γὰρ ἦν τὸ τοιοῦτο ποιεῖν τῷ ἀξιοῦν εἶναί τι σημεῖον παραπλησίως τοῖς δογματίζουσιν), ἀλλ' ὥστε εἰς ἰσοσθένειαν τὴν ζήτησιν ἄγειν (Cfr. PH II 130), καὶ δεικνύναι, ὅτι ἐπ' ἴσης ἐστὶ πιστὸν τῷ εἶναί τι σημεῖον τὸ μὴ εἶναι ἢ ἀνάπαλιν ἐπ' ἴσης ἄπιστον τῷ μηδὲν ὑπάρχειν τὸ ὑπάρχειν τι σημεῖον˙ ἐντεῦθεν γὰρ ἡ ἀρρεψία καὶ ἡ ἐποχὴ γίνεται τῇ διανοίᾳ (Cfr. PH I 190).