1.

[8.160] ἀμέλει γοῦν διὰ τοῦτο καὶ ὁ δοκῶν ἡμῖν ἀντιλέγειν φάσκουσι μηδὲν εἶναι ἐνδεικτικὸν σημεῖον βοηθός ἐστιν, καὶ τὸ ὀφεῖλον κατασκευάζεσθαι μέρος σκεπτικῶς, τοῦτ' αὐτὸς προλαβὼν κατασκευάζει˙ εἰ γὰρ οἱ μὲν κατὰ τοῦ σημείου κομιζόμενοι παρὰ τοῖς ἀπορητικοῖς λόγοι σφόδρ' εἰσὶ σθεναροὶ καὶ σχεδὸν ἀναντίρρητοι, τούτων δὲ οὐ λείπονται καὶ οἱ παρὰ τοῖς δογματικοῖς τὴν ὕπαρξιν αὐτοῦ κατασκευάζοντες, αὐτόθεν ἐφεκτέον ἐστὶ περὶ τῆς ὑπάρξεως καὶ μὴ ἀδίκως τῷ ἑτέρῳ μέρει προσθετέον.