1.

[8.162] (§ 162 Cfr. M X 265) πρός τι δέ ἐστι τὰ κατὰ τὴν ὡς πρὸς ἕτερον σχέσιν νοούμενα καὶ οὐκέτι ἀπολελυμένως λαμβανόμενα, τουτέστι κατ' ἰδίαν, οἷον τὸ λευκότερον καὶ μελάντερον καὶ γλυκύτερον καὶ πικρότερον, καὶ πᾶν εἴ τι τῆς αὐτῆς ἐστιν ἰδέας. οὐ γὰρ ὃν τρόπον τὸ λευκὸν ἢ τὸ μέλαν ἢ τὸ πικρὸν κατ' ἰδίαν ἐνοεῖτο περιγραφήν, οὕτω καὶ τὸ λευκότερον ἢ μελάντερον˙ ἀλλ' ἵνα τοῦτο νοήσωμεν, συνεπιβάλλειν δεῖ καὶ ἐκείνῳ τῷ οὗ λευκότερόν ἐστιν ἢ τῷ οὗ μελάντερόν ἐστιν. καὶ ἐπὶ τοῦ γλυκυτέρου καὶ πικροτέρου ὁ αὐτὸς λόγος.