HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,163
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,163.rdf
1.
[8.163] ἐπεὶ οὖν δύο εἰσὶ τῶν πραγμάτων διαφοραί, μία μὲν ἡ τῶν κατὰ διαφοράν, δευτέρα δὲ ἡ
τῶν πρός τι πὼς ἐχόντων, δεήσει καὶ τὸ σημεῖον τό γε ἐνδεικτικὸν ἤτοι τῶν κατὰ διαφορὰν ἢ τῶν
πρός τι ὑπάρχειν˙ τρίτη γὰρ μεταξὺ τούτων ἰδέα τῶν πραγμάτων οὐκ ἔστιν. ἀλλὰ τῶν κατὰ διαφορὰν
μὲν οὐκ ἂν εἴη, ὡς αὐτόθεν συγκεχώρηται καὶ πρὸς τῶν ἑτεροδόξων.