1.

[8.163] ἐπεὶ οὖν δύο εἰσὶ τῶν πραγμάτων διαφοραί, μία μὲν ἡ τῶν κατὰ διαφοράν, δευτέρα δὲ ἡ τῶν πρός τι πὼς ἐχόντων, δεήσει καὶ τὸ σημεῖον τό γε ἐνδεικτικὸν ἤτοι τῶν κατὰ διαφορὰν ἢ τῶν πρός τι ὑπάρχειν˙ τρίτη γὰρ μεταξὺ τούτων ἰδέα τῶν πραγμάτων οὐκ ἔστιν. ἀλλὰ τῶν κατὰ διαφορὰν μὲν οὐκ ἂν εἴη, ὡς αὐτόθεν συγκεχώρηται καὶ πρὸς τῶν ἑτεροδόξων.